Μη αναγνωσμένη δημοσίευση
από Στύγιος » 06 Ιαν 2021, 18:21
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς
ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ,
τὴν ὁδὸν διὰ τῆς µετανοίας. τὸ ἀπολωλὸς
πρόβατον ἐγώ εἰµι, ἀνακάλεσαί µε, Σωτήρ,
καὶ σῶσόν µε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
δικαιώµατά σου.
Ὁ πάλαι µέν, ἐκ µὴ ὄντων πλάσας µε,
καὶ εἰκόνι σου θείᾳ τιµήσας, παραβάσει
ἐντολῆς δὲ πάλιν µε ἐπιστρέψας
εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ'
ὁµοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος
ἀναµορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
δικαιώµατά σου.
Εἰκών εἰµι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ
στίγµατα φέρω πταισµάτων, οἰκτείρησον
τὸ σὸν πλάσµα, Δέσποτα, καὶ καθάρισον
σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα
παράσχου µοι, Παραδείσου πάλιν ποιῶν
πολίτην µε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ
δικαιώµατά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου,
καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ,
ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ
δίκαιοι ἐκλάµψουσιν ὡς φωστῆρες, τοὺς
κεκοιµηµένους δούλους σου ἀνάπαυσον,
παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήµατα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι.
Τὸ τριλαµπὲς τῆς µιᾶς Θεότητος,
εὐσεβῶς ὑµνήσωµεν βοῶντες· Ἅγιος εἶ,
ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς
καὶ θεῖον Πνεῦµα. φώτισον ἡµᾶς πίστει
σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς
ἐξάρπασον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀµήν.
Χαῖρε σεµνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα,
εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν
ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ
εὕροιµεν Παράδεισον, Θεοτόκε, ἁγνὴ
εὐλογηµένη.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Δόξα σοι ὁ Θεός. (ἐκ γʹ)
Κοντάκιον. Ἦχος πλ. δʹ.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ,
τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι
πόνος, οὐ λύπη, οὐ στεναγµός, ἀλλὰ ζωὴ
ἀτελεύτητος.
Ἠχος δʹ.
Μετὰ πνευµάτων δικαίων,
τετελειωµένων, τὰς ψυχὰς τῶν δούλων σου,
Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν
µακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.
Εἰς τὴν κατάπαυσίν σου Κύριε,
ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται,
ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι
µόνος ὑπάρχεις ἀθάνατος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι.
Σὺ εἶ ὁ Θεὸς ἡµῶν, ὁ καταβὰς εἰς ᾍδην,
καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδηµένων,
αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου,
Σῶτερ, ἀνάπαυσον.
Ο ταπεινός, ο δούλος ,ο Στύγιος..