De sacerdotioΤοῦ μακαρίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου πρὸς τὸν ἐγκαλοῦντα ἐπὶ τῷ διαφυγεῖν τὴν ἱερωσύνην ΛΟΓΟΣ Αʹ
αʹ. Ἀπόδειξις τῆς εὐνοίας τοῦ μεγάλου Βασιλείου περὶ ἡμᾶς Ἐμοὶ πολλοὶ μὲν ἐγένοντο φίλοι γνήσιοί τε καὶ ἀληθεῖς, καὶ τοὺς τῆς φιλίας νόμους καὶ εἰδότες καὶ φυλάττοντες ἀκριβῶς· εἷς δέ τις τουτωνὶ τῶν πολλῶν, ἅπαντας αὐτοὺς ὑπερβαλλόμενος τῇ πρὸς ἡμᾶς φιλίᾳ, τοσοῦτον ἐφιλονείκησεν ἀφεῖναι κατόπιν ἐκείνους ὅσον ἐκεῖνοι τοὺς ἁπλῶς πρὸς ἡμᾶς διακειμένους. Οὗτος τῶν τὸν ἅπαντά μοι χρόνον παρηκολουθηκότων ἦν· καὶ γὰρ μαθημάτων ἡψάμεθα τῶν αὐτῶν καὶ διδασκάλοις ἐχρησάμεθα τοῖς αὐτοῖς, ἦν δὲ ἡμῖν καὶ προθυμία καὶ σπουδὴ περὶ τοὺς λόγους οὓς ἐπονούμεθα μία, ἐπιθυμία τε ἴση καὶ ἐκ τῶν αὐτῶν τικτομένη πραγμάτων·
οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν ὁποίαν ἑλέσθαι τοῦ βίου βέλτιον ἡμῖν ὁδόν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα. Καὶ ἕτερα δὲ πρὸς τούτοις ἡμῖν τὴν ὁμόνοιαν ταύτην ἐφύλαττεν ἀρραγῆ καὶ βεβαίαν· οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει μᾶλλον ἕτερος ἑτέρου φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο καὶ γένος δὲ ἡμῖν ὁμότιμον ἦν καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.
1.2 βʹ. Τί τὸ κωλῦσαν ἡμῖν αὐτὸν συνοικῆσαι Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, καὶ οὐκέτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ' ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δ' ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις καθεῖλκον τὴν ἐμαυτοῦ καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις, ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσία διεκόπτετο· οὐ γὰρ ἦν τοὺς μὴ περὶ τὰ αὐτὰ σπουδάζοντας κοινὰς ποιεῖσθαι τὰς διατριβάς. Ὡς δέ ποτε καὶ αὐτὸς μικρὸν ἀνέκυψα τοῦ βιωτικοῦ κλύδωνος, δέχεται μὲν ἡμᾶς ἄμφω τὼ χεῖρε, τὴν δὲ ἰσότητα οὐδὲ οὕτως ἰσχύσαμεν φυλάξαι τὴν προτέραν. Καὶ γὰρ τῷ χρόνῳ φθάσας ἡμᾶς καὶ πολλὴν τὴν σφοδρότητα ἐπιδειξάμενος, ἀνωτέρω πάλιν ἡμῶν ἐφέρετο καὶ εἰς ὕψος ᾔρετο μέγα. Πλὴν ἀλλ' ἀγαθός τε ὢν καὶ πολλοῦ τὴν ἡμετέραν τιμώμενος φιλίαν, ἁπάντων ἑαυτὸν ἀποστήσας τῶν ἄλλων, ἡμῖν τὸν ἅπαντα χρόνον συνῆν, ἐπιθυμῶν μὲν τούτου καὶ πρότερον, ὅπερ δὲ ἔφην, ὑπὸ τῆς ἡμετέρας κωλυόμενος ῥαθυμίας. Οὐ γὰρ ἦν τὸν ἐν τῷ δικαστηρίῳ προσεδρεύοντα καὶ περὶ τὰς ἐν τῇ σκηνῇ τέρψεις ἐπτοημένον συγγίνεσθαι πολλάκις τῷ βίβλοις προσηλωμένῳ καὶ μηδὲ εἰς ἀγορὰν ἐμβαλόντι ποτέ. Διὰ τοῦτο πρότερον διειργόμενος, ἐπειδή ποτε ἡμᾶς ἔλαβεν εἰς τὴν αὐτὴν τοῦ βίου κατάστασιν, ἀθρόως ἣν πάλαι ὤδινεν ἐπιθυμίαν ἀπέτεκε τότε καὶ οὐδὲ τὸ βραχύτατον τῆς ἡμέρας ἡμᾶς ἀπολιμπάνειν ἠνείχετο μέρος, διετέλει τε παρακαλῶν ἵνα τὴν οἰκίαν ἀφέντες
ἕκαστος τὴν ἑαυτοῦ κοινὴν ἀμφότεροι τὴν οἴκησιν ἔχοιμεν· καὶ ἔπεισε καὶ τὸ πρᾶγμα ἦν ἐν χερσίν. Ἀλλά με αἱ συνεχεῖς τῆς μητρὸς ἐπῳδαὶ διεκώλυσαν δοῦναι ταύτην ἐκείνῳ τὴν χάριν, μᾶλλον δὲ λαβεῖν ταύτην παρ' ἐκείνου τὴν δωρεάν. Ἐπειδὴ γὰρ ᾔσθετο ταῦτα βουλευόμενον, λαβοῦσά με τῆς δεξιᾶς, εἰσήγαγεν εἰς τὸν ἀποτεταγμένον οἶκον αὐτῇ καὶ καθίσασα πλησίον ἐπὶ τῆς εὐνῆς ἧς ἡμᾶς ὤδινε, πηγάς τε ἠφίει δακρύων καὶ τῶν δακρύων ἐλεεινότερα προσετίθη τὰ ῥήματα, τοιαῦτα πρὸς ἡμᾶς ἀποδυρομένη. «Ἐγώ, παιδίον, φησί, τῆς ἀρετῆς τοῦ πατρὸς τοῦ σοῦ οὐκ ἀφείθην ἀπολαῦσαι ἐπὶ πολύ, τῷ Θεῷ τοῦτο δοκοῦν· τὰς γὰρ ὠδῖνας τὰς ἐπὶ σοὶ διαδεξάμενος ὁ θάνατος ἐκείνου, σοὶ μὲν ὀρφανίαν, ἐμοὶ δὲ χηρείαν ἐπέστησεν ἄωρον καὶ τὰ τῆς χηρείας δεινὰ ἃ μόναι αἱ παθοῦσαι δύναιντ' ἂν εἰδέναι καλῶς. Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη καὶ ἀναγκαζομένη φροντίδων καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μειζόνων. Δεῖ γάρ, οἶμαι, ῥαθυμίας τε οἰκετῶν ἐπιστρέφειν καὶ κακουργίας παρατηρεῖν, συγγενῶν ἀποκρούεσθαι ἐπιβουλάς, τῶν τὰ δημόσια εἰσπραττόντων τὰς ἐπηρείας καὶ τὴν ἀπήνειαν ἐν ταῖς τῶν εἰσφορῶν καταβολαῖς φέρειν γενναίως. Ἐὰν δὲ καὶ παιδίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὄν, πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην, ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ' ἑκάστην ἐμπίμπλησι τὴν ἡμέραν καὶ πλειόνων φροντίδων· τὴν γὰρ τῶν χρημάτων ἐῶ δαπάνην ὅσην ὑπομένειν ἀναγκάζεται, ἐλευθερίως αὐτὸν θρέψαι ἐπιθυμοῦσα. Ἀλλ' ὅμως οὐδέν με τούτων ἔπεισε δευτέροις ὁμιλῆσαι γάμοις, οὐδὲ ἕτερον ἐπεισαγαγεῖν νυμφίον τῇ τοῦ πατρὸς οἰκίᾳ τοῦ σοῦ· ἀλλ' ἔμενον ἐν τῇ ζάλῃ καὶ τῷ θορύβῳ, καὶ τὴν σιδηρᾶν τῆς χηρείας οὐκ ἔφυγον κάμινον, πρῶτον μὲν ὑπὸ τῆς ἄνωθεν βοηθουμένη ῥοπῆς. Ἔφερε δέ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾶν καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς. Διά τοι τοῦτο καὶ ἔτι νήπιος ὢν καὶ μηδὲ φθέγγεσθαί πω μαθών, ὅτε μάλιστα τέρπουσι τοὺς τεκόντας οἱ παῖδες, πολλήν μοι παρεῖχες τὴν παράκλησιν. Καὶ μὴν οὐδὲ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν καὶ αἰτιάσασθαι ὅτι τὴν μὲν χηρείαν γενναίως ἠνέγκαμεν, τὴν δὲ οὐσίαν σοι τὴν πατρῴαν ἠλαττώσαμεν διὰ τὴν τῆς χηρείας ἀνάγκην, ὅπερ πολλοὺς τῶν ὀρφανίᾳ δυστυχησάντων οἶδα παθόντας ἐγώ. Καὶ γὰρ καὶ ταύτην ἀκέραιον ἐφύλαξα πᾶσαν, καὶ τῶν ὀφειλόντων εἰς τὴν εὐδοκίμησιν δαπανηθῆναι τὴν σὴν ἐνέλιπον οὐδέν, ἐκ τῶν ἐμαυτῆς καὶ ὧν ἦλθον οἴκοθεν ἔχουσα δαπανῶσα χρημάτων. Καὶ μή τοι νομίσῃς ὀνειδίζουσάν με ταῦτα λέγειν νῦν· ἀλλ' ἀντὶ πάντων σε τούτων μίαν αἰτῶ χάριν, μή με δευτέρᾳ χηρείᾳ περιβαλεῖν, μηδὲ τὸ κοιμηθὲν ἤδη πένθος ἀνάψαι πάλιν, ἀλλὰ περίμεινον τὴν ἐμὴν τελευτήν· ἴσως μετὰ μικρὸν ἀπελεύσομαι χρόνον. Τοὺς μὲν γὰρ νέους ἐλπὶς καὶ εἰς γῆρας ἥξειν μακρόν· οἱ δὲ
γεγηρακότες ἡμεῖς οὐδὲν ἕτερον ἢ τὸν θάνατον ἀναμένομεν. Ὅταν οὖν με τῇ γῇ παραδῷς καὶ τοῖς ὀστέοις τοῦ πατρὸς ἀναμίξῃς τοῦ σοῦ, στέλλου μακρὰς ἀποδημίας καὶ πλέε θάλατταν ἣν ἂν ἐθέλῃς· τότε ὁ κωλύσων οὐδείς. Ἕως δ' ἂν ἐμπνέωμεν, ἀνάσχου τὴν μεθ' ἡμῶν οἴκησιν· μὴ προσκρούσῃς Θεῷ μάτην καὶ εἰκῇ, τοσούτοις ἡμᾶς περιβάλλων κακοῖς ἠδικηκότας οὐδέν. Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους· εἰ δὲ ἅπαντα πράττομεν ὑπὲρ τοῦ πολλήν σοιπαρασκευάσαι σχολὴν εἰς τὴν τοῦ βίου τούτου πορείαν, εἰ καὶ μηδὲν ἕτερον, οὗτος γοῦν κατεχέτω σε παρ' ἡμῖν ὁ δεσμός. Κἂν γὰρ μυρίους σε λέγῃς φιλεῖν, οὐδείς σοι παρέξει τοσαύτης ἀπολαῦσαι ἐλευθερίας, ἐπειδὴ μηδὲ ἔστι τις ὅτῳ μέλει τῆς σῆς εὐδοκιμήσεως ἐξ ἴσης ἐμοί.» Ταῦτα καὶ τὰ τούτων πλείονα πρὸς ἐμὲ μὲν ἡ μήτηρ, ἐγὼ δὲ πρὸς τὸν γενναῖον ἔλεγον ἐκεῖνον· ὁ δὲ οὐ μόνον οὐκ ἐδυσωπεῖτο τοῖς ῥήμασι τούτοις, ἀλλὰ καὶ πλέον ἐνέκειτο, τὰ αὐτὰ ἀπαιτῶν ἅπερ καὶ πρότερον.
1.3 γʹ. Ἀπάτη παρ' ἡμῶν ἐν τῷ συλληφθῆναι αὐτὸν γενομένη Ἐν τούτῳ δὲ ἡμῶν ὄντων καὶ τοῦ μὲν συνεχῶς ἱκετεύοντος, ἐμοῦ δὲ οὐκ ἐπινεύοντος, ἄφνω τις ἐπιστᾶσα φήμη διετάραξεν ἀμφοτέρους· ἡ δὲ φήμη ἦν, εἰς τὸ τῆς ἱερωσύνης ἡμᾶς ἀξίωμα μέλλειν παράγεσθαι. Ἐγὼ μὲν οὖν, ἅμα τῷ τὸν λόγον ἀκοῦσαι τοῦτον, δέει τε καὶ ἀπορίᾳ συνειχόμην· δέει μέν, μή ποτε καὶ ἄκων ἁλῶ, ἀπορίᾳ δέ, ζητῶν πολλάκις πόθεν ἐπῆλθε τοῖς ἀνδράσιν ἐκείνοις ἐνθυμηθῆναί τι τοιοῦτο περὶ ἡμῶν· εἰς γὰρ ἐμαυτὸν ἀφορῶν, οὐδὲν εὕρισκον ἔχοντα τῆς τιμῆς ἄξιον ἐκείνης. Ὁ δὲ γενναῖος οὑτοσὶ προσελθών μοι κατ' ἰδίαν καὶ κοινωσάμενος περὶ τούτων ὡς ἀνηκόῳ γε ὄντι τῆς φήμης, ἐδεῖτο κἀνταῦθα καὶ πράττοντας καὶ βουλευομένους ὀφθῆναι τὰ αὐτὰ καθάπερ καὶ πρότερον· ἕψεσθαι γὰρ αὐτὸν ἑτοίμως ἡμῖν καθ' ὁποτέραν ἂν ἡγώμεθα τῶν ὁδῶν, εἴτε φυγεῖν, εἴτε ἑλέσθαι δέοι. Αἰσθόμενος τοίνυν αὐτοῦ τῆς προθυμίας ἐγὼ καὶ ζημίαν ἡγησάμενος οἴσειν παντὶ τῷ κοινῷ τῆς Ἐκκλησίας, εἰ νέον οὕτως ἀγαθὸν καὶ πρὸς τὴν τῶν πολλῶν ἐπιστασίαν ἐπιτήδειον ἀποστεροίην τοῦ Χριστοῦ τὴν ἀγέλην διὰ τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ, οὐκ ἀπεκάλυψα τὴν γνώμην ἣν εἶχον περὶ τούτων ἐκείνῳ, καίτοι γε μηδέποτε πρότερον ἀνασχόμενος λαθεῖν τι τῶν βουλευμάτων αὐτὸν τῶν ἐμῶν, ἀλλ' εἰπὼν δεῖν τὴν ὑπὲρ τούτων βουλὴν εἰς ἕτερον ἀναβάλλεσθαι καιρόν, οὐ γὰρ νῦν τοῦτο κατεπείγειν, ἔπεισά τε εὐθέως μηδὲν ὑπὲρ τούτων φροντίζειν καὶ ὑπὲρ ἐμαυτοῦ παρέσχον θαρρεῖν ὡς ὁμογνωμονήσοντος, εἴ ποτε συμβαίη τοιοῦτό τι παθεῖν. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ καὶ τοῦ μέλλοντος ἡμᾶς χειροτονήσειν ἐλθόντος καὶ κρυπτομένου μου, μηδὲν τούτων εἰδώς, ἄγεται μὲν ὡς ἐφ' ἑτέρᾳ προφάσει· δέχεται δὲ τὸν ζυγόν, ἐλπίζων ἐξ ὧν ὑπεσχημένος ἤμην αὐτῷ καὶ ἡμᾶς πάντως ἕψεσθαι, μᾶλλον δὲ νομίζων ἡμῖν ἀκολουθεῖν. Καὶ γάρ τινες τῶν ἐκεῖ παρόντων, ἀσχάλλοντα πρὸς τὴν σύλληψιν ὁρῶντες, ἠπάτησαν βοῶντες ὡς ἄτοπον εἴη τὸν μὲν θρασύτερον εἶναι δοκοῦντα παρὰ πᾶσιν–ἐμὲ λέγοντες–μετὰ πολλῆς τῆς ἐπιεικείας εἶξαι τῇ τῶν πατέρων κρίσει, ἐκεῖνον δὲ τὸν πολὺ συνετώτερον καὶ ἐπιεικέστερον θρασύνεσθαι καὶ κενοδοξεῖν σκιρτῶντα καὶ ἀποπηδῶντα καὶ ἀντιλέγοντα. Τούτοις εἴξας τοῖς ῥήμασιν, ἐπειδὴ ἤκουσεν ὅτι διέφυγον, εἰσελθὼν πρός με μετὰ πολλῆς τῆς κατηφείας, καθέζεται πλησίον καὶ ἐβούλετο μέν τι καὶ εἰπεῖν, ὑπὸ δὲ τῆς ἀπορίας κατεχόμενος καὶ λόγῳ
παραστῆσαι τὴν βίαν ἣν ὑπέμεινεν οὐκ ἔχων, ἅμα τῷ χᾶναι ἐκωλύετο φθέγξασθαι, τῆς ἀθυμίας πρὶν ἢ τοὺς ὀδόντας ὑπερβῆναι διακοπτούσης τὸν λόγον. Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς καὶ τὴν αἰτίαν εἰδώς, ἐγέλων τε ὑπὸ πολλῆς ἡδονῆς καὶ τὴν δεξιὰν κατέχων ἐβιαζόμην καταφιλεῖν καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί. Ὡς δὲ εἶδε περιχαρῆ τε ὄντα καὶ φαιδρόν, καὶ πρότερον ἠπατημένος ὑφ' ἡμῶν ᾔσθετο, μᾶλλον ἐδάκνετο καὶ ἐδυσχέραινε. 1.4 δʹ. Ἐγκλήματα παρ' ἐκείνου τῆς ἀπάτης ἕνεκεν Καί ποτε μικρὸν ἀπ' ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς· {ΒΑΣ.} Ἀλλ' εἰ καὶ τὸ ἡμέτερον, φησί, διέπτυσας καὶ λόγον ἡμῶν ἔχεις οὐδένα λοιπόν, ὡς ἔγωγε οὐκ οἶδα ἀνθ' ὅτου, τῆς γοῦν ὑπολήψεως ἔδει σε φροντίσαι τῆς σῆς. Νῦν δὲ τὰ πάντων ἠνέῳξας στόματα καὶ δόξης σε ἐρῶντα κενῆς τὴν λειτουργίαν ταύτην παρῃτῆσθαι λέγουσιν ἅπαντες· ὁ δὲ ἐξαιρησόμενός σε τῆς κατηγορίας ταύτης οὐκ ἔστιν. Ἐμοὶ δὲ οὐδὲ εἰς ἀγορὰν ἐμβαλεῖν ἀνεκτόν, τοσοῦτοι οἱ προσιόντες ἡμῖν καὶ καθ' ἑκάστην ἐγκαλοῦντες ἡμέραν. Ὅταν γὰρ ἴδωσι φανέντα που τῆς πόλεως, λαβόντες κατὰ μόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλείονί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει· Εἰδότα γὰρ αὐτοῦ τὴν γνώμην, φασίν–οὐδὲ γὰρ ἄν σε ἔλαθέ τι τῶν ἐκείνου–, οὐκ ἀποκρύψασθαι, ἀλλ' ἡμῖν ἀνακοινώσασθαι ἐχρῆν, καὶ πάντως οὐκ ἂν ἠπορήσαμεν πρὸς τὴν ἄγραν μηχανῆς. Ἐγὼ
δὲ ὅτι μέν σε οὐκ ᾔδειν ἐκ πολλοῦ ταῦτα βουλευόμενον αἰσχύνομαι καὶ ἐρυθριῶ πρὸς ἐκείνους εἰπεῖν, μήποτε καὶ ὑπόκρισιν τὴν ἡμετέραν εἶναι νομίσωσι φιλίαν. Εἰ γὰρ καὶ
ἔστιν–ὥσπερ οὖν καὶ ἔστιν καὶ οὐδ' ἂν αὐτὸς ἀρνηθείης ἐξ ὧν εἰς ἡμᾶς ἔπραξας νῦν–, ἀλλὰ τοὺς ἔξωθεν καὶ μετρίαν γοῦν περὶ ἡμῶν ἔχοντας δόξαν καλὸν τὰ ἡμέτερα κρύπτειν κακά. Εἰπεῖν μὲν οὖν πρὸς αὐτοὺς τἀληθὲς καὶ ὡς ἔχει τὰ καθ' ἡμᾶς ὀκνῶ·
ἀναγκάζομαι δὲ λοιπὸν σιωπᾶν καὶ κύπτειν εἰς γῆν καὶ τοὺς ἀπαντῶντας ἐκτρέπεσθαι καὶ ἀποπηδᾶν. Κἂν γὰρ τὴν προτέραν ἐκφύγω κατάγνωσιν, ψεύδους ἀνάγκη με κρίνεσθαι λοιπόν· οὐδὲ γὰρ ἐθελήσουσί μοι πιστεῦσαί ποτε ὅτι καὶ Βασίλειον μετὰ τῶν ἄλλων ἔταξας οἷς οὐ θέμις εἰδέναι τὰ σά. Ἀλλὰ τούτων μὲν οὐ πολύς μοι λόγος, ἐπειδή σοι τοῦτο γέγονεν ἡδύ· τὴν δὲ λοιπὴν πῶς οἴσομεν τὴν αἰσχύνην; Οἱ μὲν γὰρ ἀπονοίας, οἱ δὲ φιλοδοξίας σε γράφονται· ὅσοι δέ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ καὶ προστιθέασι τὴν εἰς τοὺς τετιμηκότας ὕβριν, δίκαια πεπονθέναι λέγοντες αὐτοὺς καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ' ἡμῶν ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι καὶ φαιὰ περιβάλλωνται καὶ κατήφειαν ποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμὴν ὅσην οὐδὲ ὄναρ λήψεσθαι προσεδόκησαν. Καὶ οἱ μὲν ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τὴν ἑαυτῶν ἐκτείναντες ἄσκησιν ἐν τοῖς ἀρχομένοις εἰσίν· ἄρχουσι δὲ αὐτῶν οἱ παῖδες αὐτῶν καὶ μηδὲ τοὺς νόμους ἀκηκοότες καθ' οὓς ταύτην δεῖ διοικεῖν τὴν ἀρχήν. Ταῦτα καὶ πλείονα τούτων λέγοντες συνεχῶς ἡμῖν ἐπιφύονται. Ἐγὼ δὲ ὅ τι μὲν ἀπολογήσομαι πρὸς ταῦτα οὐκ ἔχω, δέομαι δὲ σοῦ· οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ ταύτην
οἶμαί σε φυγεῖν τὴν φυγὴν καὶ πρὸς ἄνδρας οὕτω μεγάλους τοσαύτην ἀναδέξασθαι τὴν ἔχθραν, ἀλλὰ μετά τινος λογισμοῦ καὶ σκέψεως ἐπὶ τοῦτο ἐλθεῖν, ὅθεν καὶ λόγον ἕτοιμον εἶναί σοι πρὸς ἀπολογίαν στοχάζομαι. Εἰπὲ εἴ τινα πρόφασιν δικαίαν πρὸς τοὺς ἐγκαλοῦντας δυνησόμεθα λέγειν. Ὧν γὰρ αὐτὸς ἠδίκημαι παρὰ σοῦ, οὐδένα ἀπαιτῶ λόγον, οὐχ ὧν ἠπάτησας, οὐχ ὧν προὔδωκας, οὐχ ὧν ἀπέλαυσας παρ' ἡμῶν ἅπαντα τὸν ἔμπροσθεν χρόνον. Ἡμεῖς μὲν γὰρ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν, ὡς εἰπεῖν, φέροντες ἐνεθήκαμέν σου ταῖς χερσί· σὺ δὲ τοσαύτῃ πρὸς ἡμᾶς ἐχρήσω τῇ πανουργίᾳ ὅσῃπερ ἂν εἰ πολεμίους σοί τινας φυλάξασθαι προὔκειτο. Καίτοι γε ἐχρῆν, εἰ μὲν ὠφέλιμον ταύτην ᾔδεις οὖσαν τὴν γνώμην, μηδὲ αὐτῆς τὸ κέρδος φυγεῖν· εἰ δὲ ἐπιβλαβῆ, καὶ ἡμᾶς οὓς πάντων ἀεὶ προτιμᾶν ἔλεγες ἀπαλλάξαι τῆς ζημίας. Σὺ δὲ καὶ ὅπως ἐμπεσούμεθα, ἅπαντα ἔπραξας, καὶ δόλου σοι καὶ ὑποκρίσεως ἐδέησεν οὐδὲν πρὸς τὸν ἀδόλως καὶ ἁπλῶς ἅπαντα καὶ λέγειν καὶ πράττειν εἰωθότα πρὸς σέ. Ἀλλ' ὅμως, ὅπερ ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκείνας ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις. Ἀλλὰ πάντα ταῦτα ἀφίημι καὶ φέρω σιγῇ καὶ πράως· οὐκ ἐπειδὴ πράως εἰς ἡμᾶς ἐπλημμέλησας, ἀλλ' ἐπειδὴ τοῦτον ἔθηκα ἐμαυτῷ τὸν νόμον ἀπὸ τῆς ἡμέρας ἐκείνης ἧς τὴν φιλίαν ἔστερξα τὴν σὴν ὑπὲρ ὧν ἂν θέλῃς ἡμᾶς λυπεῖν, μηδέποτέ σε εἰς ἀπολογίας ἀνάγκην καθιστᾶν. Ἐπεὶ ὅτι γε οὐ μικρὰν τὴν ζημίαν ἡμῖν ἐπήγαγες, οἶσθα καὶ αὐτός, εἴγε μέμνησαι τῶν ῥημάτων καὶ τῶν παρὰ τῶν ἔξωθεν περὶ ἡμῶν καὶ τῶν ὑφ' ἡμῶν λεγομένων ἀεί· ταῦτα δὲ ἦν ὅτι πολὺ κέρδος ἡμῖν ὁμοψύχοις εἶναι καὶ φράττεσθαι τῇ πρὸς ἀλλήλους φιλίᾳ. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔλεγον καὶ ἑτέροις πολλοῖς οὐ μικρὰν ὠφέλειαν τὴν ἡμετέραν οἴσειν ὁμόνοιαν, ἐγὼ δὲ ὠφέλειαν μὲν οὐδέποτε ἐνενόησα, τό γε εἰς ἐμὲ ἧκον, παρέξειν τισίν· ἔλεγον δὲ ὅτι τοῦτο γοῦν ἀπ' αὐτῆς κερδανοῦμεν κέρδος οὐ μικρόν, τὸ δυσχείρωτοι γενέσθαι τοῖς καταγωνίσασθαι βουλομένοις ἡμᾶς. Καὶ ταῦτά σε ὑπομιμνήσκων οὐκ ἐπαυσάμην ποτέ· χαλεπὸς ὁ καιρός, οἱ ἐπιβουλεύοντες πολλοί, τὸ τῆς ἀγάπης γνήσιον ἀπόλωλεν, ἀντεισῆκται δὲ ὁ τῆς βασκανίας ὄλεθρος, ἐν μέσῳ παγίδων διαβαίνομεν καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατοῦμεν· οἱ μὲν ἕτοιμοι τοῖς ἡμετέροις ἐφησθῆναι κακοῖς, εἴποτέ τι συμβαίη, πολλοὶ καὶ πολλαχόθεν ἐφεστήκασιν· ὁ δὲ συναλγήσων οὐδείς, ἢ καὶ εὐαρίθμητοι λίαν. Ὅρα μὴ διαστάντες ποτὲ πολὺν τὸν γέλωτα ὄφλωμεν καὶ τοῦ γέλωτος μείζονα τὴν ζημίαν. «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὡς μεμοχλευμένη βασιλεία.» Μὴ δὴ διαλύσῃς ταύτην τὴν γνησιότητα, μηδὲ διακόψῃς τὸν μοχλόν. Ταῦτα καὶ τούτων πλείονα ἔλεγον συνεχῶς, οὐδὲν μέν ποτε ὑποπτεύων τοιοῦτον, ἀλλὰ καὶ πάνυ σε τὰ πρὸς ἡμᾶς ὑγιαίνειν νομίζων, ἐκ περιουσίας δὲ καὶ ὑγιαίνοντα θεραπεύειν βουλόμενος· ἐλάνθανον δέ, ὡς ἔοικε, νοσοῦντι τὰ φάρμακα ἐπιτιθείς, καὶ οὐδὲ οὕτως ὁ δείλαιος ὤνησα, οὐδὲ γέγονεν ἐμοί τι πλέον ἐκ ταύτης τῆς ἄγαν προμηθείας. Πάντα γὰρ ἐκεῖνα ῥίψας ἀθρόως καὶ μηδὲ εἰς νοῦν βαλλόμενος, ὥσπερ ἀνερμάτιστον πλοῖον εἰς πέλαγος ἡμᾶς ἄπειρον ἀφῆκας, οὐδὲν τῶν ἀγρίων ἐκείνων ἐννοήσας κυμάτων ἅπερ ἡμᾶς ὑπομένειν ἀνάγκη. Εἰ γάρ ποτε συμβαίη συκοφαντίαν ἢ χλευασίαν ἢ καὶ ἄλλην τινὰ ὕβριν καὶ ἐπήρειαν ἐπενεχθῆναί ποθεν ἡμῖν–πολλάκις δὲ τὰ τοιαῦτα συμβαίνειν ἀνάγκη–, πρὸς τίνα καταφευξόμεθα; τίνι κοινωσόμεθα τὰς ἡμετέρας ἀθυμίας; τίς ἡμῖν ἀμῦναι θελήσει καὶ τοὺς μὲν λυποῦντας ἀνακόψει καὶ ποιήσει μηκέτι λυπεῖν, ἡμᾶς δὲ παραμυθήσεται καὶ παρασκευάσει τὰς ἑτέρων φέρειν ἀπαιδευσίας; Οὐκ ἔστιν οὐδείς, σοῦ πόρρωθεν ἑστηκότος τοῦ δεινοῦ τούτου πολέμου καὶ μηδὲ κραυγὴν ἀκοῦσαι δυναμένου. Ἆρα οἶδας ὅσον εἴργασταί σοι κακόν; ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν; Ἀλλὰ ταῦτα μὲν ἀφείσθω· οὐδὲ γὰρ ἔστι τὰ γενόμενα ἀναλῦσαι λοιπόν, οὐδὲ πόρον τοῖς ἀπόροις εὑρεῖν. Τί πρὸς τοὺς ἔξωθεν ἐροῦμεν; τί πρὸς τὰς αἰτίας ἀπολογησόμεθα τὰς ἐκείνων;
1.5 εʹ. Ἀπολογία ὑπὲρ τούτου ἡμετέρα {ΙΩ.} Θάρσει, ἔφην ἐγώ· οὐ γὰρ ὑπὲρ τούτων εἰμὶ μόνον ἕτοιμος εὐθύνας ὑπέχειν, ἀλλὰ καὶ ὧν ἀνευθύνους ἡμᾶς ἀφῆκας, καὶ τούτων πειράσομαί σοι δοῦναι λόγον ὡς ἂν οἷός τε ὦ. Καὶ εἰ βούλει γε, ἀπ' αὐτῶν πρῶτον τῆς ἀπολογίας ποιήσομαι τὴν ἀρχήν· καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥαθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς.
1.6 ʹ. Ὅτι ἔστιν ἀπάτῃ πρὸς τὸ συμφέρον κεχρῆσθαι Τί ποτ' οὖν σε ἠδικήκαμεν; ἐπειδὴ καὶ ἐντεῦθεν ἐγνώκαμεν εἰς τὸ τῆς ἀπολογίας ἀφεῖναι πέλαγος. Ἆρα ὅτι σε παρεκρουσάμεθα καὶ τὴν ἡμετέραν ἐκρύψαμεν γνώμην; ἀλλ' ἐπὶ κέρδει καὶ τοῦ ἀπατηθέντος σου καὶ οἷς ἀπατήσαντές σε προὐδώκαμεν. Εἰ μὲν γὰρ δι' ὅλου τὸ τῆς κλοπῆς κακὸν καὶ οὐκ ἔστιν εἰς δέον αὐτῷ χρήσασθαί ποτε, δοῦναι ἕτοιμοι δίκην ἡμεῖς ἣν ἂν αὐτὸς ἐθέλῃς· μᾶλλον δὲ σὺ μὲν οὐδέποτε παρ' ἡμῶν ἀνέξῃ δίκην λαβεῖν, ἡμεῖς δὲ ἑαυτῶν καταγνωσόμεθα ταῦτα ἃ τῶν ἀδικούντων οἱ δικάζοντες ὅταν αὐτοὺς ἕλωσιν οἱ κατήγοροι. Εἰ δὲ οὐκ ἀεὶ τὸ πρᾶγμα ἐπιβλαβές, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται φαῦλον ἢ καλόν, ἀφεὶς ἐγκαλεῖν τὸ ἠπατῆσθαι, δεῖξον ἐπὶ κακῷ τοῦτο τεχνησαμένους· ὡς ἕως ἂν τοῦτο ἀπῇ, μὴ ὅτι μέμψεις καὶ αἰτίας ἐπάγειν, ἀλλὰ καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τούς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους. Τοσοῦτον γὰρ ἔχει κέρδος εὔκαιρος ἀπάτη καὶ μετὰ τῆς ὀρθῆς γινομένη διανοίας ὡς πολλοὺς ὅτι μὴ παρεκρούσαντο καὶ δίκην δοῦναι πολλάκις. Καὶ εἰ βούλει γε τῶν στρατηγῶν τοὺς ἐξ αἰῶνος εὐδοκιμήσαντας ἐξετάσαι, τὰ πλείονα αὐτῶν τρόπαια τῆς ἀπάτης εὑρήσεις ὄντα κατορθώματα καὶ μᾶλλον τούτους ἐπαινουμένους ἢ τοὺς ἐκ τοῦ φανεροῦ κρατοῦντας. Οἱ μὲν γὰρ μετὰ πλείονος τῆς δαπάνης καὶ τῆς τῶν χρημάτων καὶ τῆς τῶν σωμάτων κατορθοῦσι τοὺς πολέμους, ὡς μηδὲν πλέον αὐτοῖς ἀπὸ τῆς νίκης γίνεσθαι, ἀλλὰ παρ' οὐδὲν ἧττον τῶν ἡττωμένων τοὺς κρατήσαντας δυστυχεῖν, καὶ τῶν στρατευμάτων ἀνηλωμένων καὶ τῶν ταμιείων κεκενωμένων. Πρὸς δὲ τούτοις οὐδὲ τῆς ἐπὶ τῇ νίκῃ δόξης αὐτοὺς ἀφιᾶσιν ἀπολαῦσαι πάσης· μέρος γὰρ αὐτῆς οὐ μικρὸν συμβαίνει καὶ τοὺς πεπτωκότας καρποῦσθαι, διὰ τὸ ταῖς ψυχαῖς νικῶντας τοῖς σώμασιν ἡττηθῆναι μόνοις, ὡς εἴγε ἐνῆν βαλλομένους μὴ πίπτειν, μηδὲ ἐπελθὼν ὁ θάνατος
αὐτοὺς ἔπαυσεν, οὐκ ἂν ἔστησαν τῆς προθυμίας ποτέ. Ὁ δὲ ἀπάτῃ κρατῆσαι δυνηθεὶς οὐ συμφορᾷ μόνον, ἀλλὰ καὶ γέλωτι περιβάλλει τοὺς πολεμίους· οὐ γὰρ ὥσπερ ἐκεῖ τοὺς ἐπαίνους ἐξ ἴσης ἀποφέρονται ἀμφότεροι τοὺς ἐπὶ τῇ ῥώμῃ, οὕτω καὶ ἐνταῦθα τοὺς ἐπὶ τῇ φρονήσει, ἀλλ' ὅλον τῶν νικώντων ἐστὶ τὸ βραβεῖον καί, τὸ τούτων οὐκ ἔλαττον, τὴν ἀπὸ τῆς νίκης ἡδονὴν ἀκέραιον τῇ πόλει φυλάττουσιν. Οὐ γάρ ἐστιν ὥσπερ ὁ τῶν χρημάτων πλοῦτος καὶ τὸ τῶν σωμάτων πλῆθος, ἡ τῆς ψυχῆς φρόνησις· ἀλλ' ἐκεῖνα μὲν ὅταν τις αὐτοῖς ἐν τοῖς πολέμοις χρῆται συνεχῶς δαπανᾶσθαι συμβαίνει καὶ ἀπολείπειν τοὺς ἔχοντας, αὕτη δὲ ὅσῳπερ ἄν τις αὐτὴν ἀνακινῇ τοσούτῳ μᾶλλον αὔξεσθαι πέφυκεν. Οὐκ ἐν τοῖς πολέμοις δὲ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις ἂν τῆς ἀπάτης τὴν χρείαν· καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ πρὸς γυναῖκα ἀνδρὶ καὶ πρὸς ἄνδρα γυναικὶ καὶ πατρὶ πρὸς υἱὸν καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἂν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα τὸν αὑτῆς, ἀλλ' ἢ μετὰ τοῦ παραλογίσασθαι τὸν πατέρα· ὁ ταύτης δὲ ἀδελφὸς τὸν ὑπ' ἐκείνης διασωθέντα σῶσαι βουλόμενος κινδυνεύοντα πάλιν τοῖς αὐτοῖς ὅπλοις ἐχρῆτο οἷσπερ καὶ ἡ γυνή. Καὶ ὁ Βασίλειος· Ἀλλ' οὐδὲν τούτων πρὸς ἐμέ, φησίν· οὐδὲ γὰρ ἐχθρὸς ἐγὼ καὶ πολέμιος, οὔτε τῶν ἀδικεῖν ἐπιχειρούντων, ἀλλ' ἅπαν τοὐναντίον· τῇ σῇ γνώμῃ τὰ ἐμαυτοῦ
ἐπιτρέψας ἀεὶ ταύτῃ εἱπόμην ᾗπερ ἐκέλευσας.
1.7 ζʹ. Ὅτι οὐδὲ ἀπάτην τὸ τοιοῦτο δεῖ καλεῖν ἀλλ' οἰκονομίαν {ΙΩ.} Ἀλλ' ὦ θαυμάσιε καὶ ἀγαθώτατε, διὰ τοῦτο γὰρ καὶ αὐτὸς φθάσας εἶπον ὅτι οὐκ ἐν πολέμῳ μόνον, οὐδ' ἐπὶ τοὺς ἐχθρούς, ἀλλὰ καὶ ἐν εἰρήνῃ καὶ ἐπὶ τοὺς φιλτάτους χρῆσθαι ταύτῃ καλόν. Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθών τινι τῶν ἰατρῶν ἐρώτησον πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ' αὐτῶν ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ' ἔστιν ὅπου καὶ τὴν ἀπάτην παραλαβόντες καὶ τὴν παρ' αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον. Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀρρωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλάς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἵν' ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γινομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν. Εἰ δὲ βούλει, καὶ ἐγώ σοι διηγήσομαι δόλον ἕνα ἐκ πολλῶν ὧν ἤκουσα κατασκευάζειν ἰατρῶν παῖδας. Ἐπέπεσέ ποτέ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος καὶ ἡ φλὸξ ᾔρετο καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολὺν καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου ταύτης ἐπιθυμίας· οὐ γὰρ τὸν πυρετὸν ἐκκαύσειν μόνον ἔμελλεν, ἀλλὰ καὶ αραπληξίᾳ παραδώσειν τὸν δείλαιον, εἴ τις αὐτῷ πρὸς ταύτην εἶξε τὴν χάριν. Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανήν, ἀλλὰ παντελῶς ἐκβεβλημένης,
εἰσελθοῦσα τοσαύτην ἐπεδείξατο τὴν αὑτῆς δύναμιν ἡ ἀπάτη ὅσην αὐτίκα παρ' ἡμῶν ἀκούσῃ. Ὁ γὰρ ἰατρὸς ἄρτι τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβὼν καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον. Ὁ δὲ πρὶν εἰς τὰς χεῖρας λαβεῖν ὑπὸ τῆς ὀσμῆς προσπεσούσης εὐθέως ἀπατηθεὶς οὐδὲ πολυπραγμονεῖν ἠνέσχετο τὸ δοθέν, ἀλλὰ ταύτῃ πειθόμενος καὶ τῷ σκότει κλαπεὶς ὑπό τε τῆς ἐπιθυμίας ἐπειγόμενος ἔσπασε τὸ δοθὲν μετὰ πολλῆς τῆς προθυμίας· καὶ ἐμφορηθεὶς ἀπετινάξατο τὸ πνῖγος εὐθέως καὶ τὸν ἐπικείμενον ἐξέφυγε κίνδυνον. Εἶδες τῆς ἀπάτης τὸ κέρδος; Καὶ εἰ πάντας βούλοιτό τις τῶν ἰατρῶν καταλέγειν τοὺς δόλους, εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Οὐ μόνον δὲ τοὺς τὰ σώματα θεραπεύοντας, ἀλλὰ καὶ τοὺς τῶν ψυχικῶν νοσημάτων ἐπιμελομένους εὕροι τις ἂν συνεχῶς τούτῳ κεχρημένους τῷ φαρμάκῳ. Οὕτω τὰς πολλὰς μυριάδας ἐκείνας τῶν Ἰουδαίων ὁ μακάριος προσηγάγετο Παῦλος. Μετὰ ταύτης τῆς προαιρέσεως τὸν Τιμόθεον περιέτεμε ὁ Γαλάταις ἀπειλῶν ὅτι Χριστὸς οὐδὲν ὠφελήσει τοὺς περιτεμνομένους· διὰ τοῦτο ὑπὸ νόμον ἐγίνετο ὁ ζημίαν ἡγούμενος μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν ἀπὸ τοῦ νόμου δικαιοσύνην. Πολλὴ γὰρ ἡ τῆς ἀπάτης ἰσχύς, μόνον μὴ μετὰ δολερᾶς προαγέσθω τῆς προαιρέσεως· μᾶλλον δὲ οὐδὲ ἀπάτην τὸ τοιοῦτον δεῖ καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ καὶ σοφίαν καὶ τέχνην ἱκανὴν πολλοὺς πόρους ἐν τοῖς ἀπόροις εὑρεῖν καὶ πλημμελείας ἐπανορθῶσαι ψυχῆς. Οὐδὲ γὰρ τὸν Φινεὲς ἀνδροφόνον εἴποιμ' ἂν ἔγωγε, καίτοι γε μιᾷ πληγῇ δύο σώματα ἀνεῖλεν· ὥσπερ οὐδὲ τὸν Ἠλίαν μετὰ τοὺς ἑκατὸν στρατιώτας καὶ τοὺς τούτων ἡγεμόνας, καὶ τὸν πολὺν τῶν αἱμάτων χειμάρρουν ὃν ἐκ τῆς τῶν ἱερωμένων τοῖς δαίμοσιν ἐποίησε ῥεῦσαι σφαγῆς. Εἰ γὰρ τοῦτο συγχωρήσαιμεν καὶ τὰ πράγματα τῆς τῶν πεποιηκότων προαιρέσεώς τις γυμνώσας ἐξετάζοι καθ' ἑαυτά, καὶ τὸν Ἀβραὰμ παιδοκτονίας ὁ βουλόμενος κρινεῖ καὶ τὸν ἔγγονον τὸν ἐκείνου καὶ τὸν ἀπόγονον κακουργίας καὶ δόλου γράψεται· οὕτω γὰρ ὁ μὲν τῶν τῆς φύσεως ἐκράτησε πρεσβείων, ὁ δὲ τὸν τῶν
Αἰγυπτίων πλοῦτον εἰς τὸν τῶν Ἰσραηλιτῶν μετήνεγκε στρατόν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἄπαγε τῆς τόλμης· οὐ γὰρ μόνον αὐτοὺς αἰτίας ἀφίεμεν, ἀλλὰ καὶ θαυμάζομεν διὰ ταῦτα ἐπεὶ καὶ ὁ Θεὸς αὐτοὺς διὰ ταῦτα ἐπῄνεσε. Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, καὶ πολλάκις ἀπατῆσαι δέον καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης· ὁ δὲ ἐξ εὐθείας προσενεχθεὶς κακὰ μεγάλα τὸν οὐκ ἀπατηθέντα εἰργάσατο. https://greekdownloads3.files.wordpress ... rdotio.pdf