έχει μείνει κανένας οπαδός της εθνικής θρησκείας στο πχορουμ ή θα το συζητήσουμε με τη bluerose?(ο Yochanan δε μετράει[75.1] Πάλιν δ' Ἀντώνιος ἔπεμπε Καίσαρα μονομαχῆσαι προκαλούμενος. ἀποκριναμένου δ' ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳ παρεῖναι θανάτου, συμφρονήσας ὅτι τοῦ διὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνατος, ἔγνω καὶ κατὰ [75.2] γῆν ἅμα καὶ θάλατταν ἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον ὡς λέγεται τοὺς οἰκέτας ἐκέλευεν ἐπεγχεῖν καὶ προθυμότερον εὐωχεῖν αὐτόν· ἄδηλον γὰρ εἰ τοῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροις ὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται [75.3] σκελετὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλους ἐπὶ τούτοις δακρύοντας ὁρῶν, ἔφη μὴ προάξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ [75.4] νίκην. ἐν ταύτῃ τῇ νυκτὶ λέγεται μεσούσῃ σχεδόν, ἐν ἡσυχίᾳ καὶ κατηφείᾳ τῆς πόλεως διὰ φόβον καὶ προσδοκίαν τοῦ μέλλοντος οὔσης, αἰφνίδιον ὀργάνων τε παντοδαπῶν ἐμμελεῖς φωνὰς ἀκουσθῆναι καὶ βοὴν ὄχλου μετ' εὐασμῶν καὶ πηδήσεων σατυρικῶν, ὥσπερ θιάσου τινὸς οὐκ [75.5] ἀθορύβως ἐξελαύνοντος· εἶναι δὲ τὴν ὁρμὴν ὁμοῦ τι διὰ τῆς πόλεως μέσης ἐπὶ τὴν πύλην ἔξω τὴν τετραμμένην πρὸς τοὺς πολεμίους, καὶ ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν [75.6] πλεῖστον γενόμενον. ἐδόκει δὲ τοῖς ἀναλογιζομένοις τὸ σημεῖον ἀπολείπειν ὁ θεὸς Ἀντώνιον, ᾧ μάλιστα συνεξομοιῶν καὶ συνοικειῶν ἑαυτὸν διετέλεσεν.
https://el.wikisource.org/wiki/%CE%92%C ... %CF%82#p75

τέλος πάντων, το απόσπασμα είναι από τον Πλούταρχο. Το Βράδυ λέει, μετά τη ναυμαχία στο Άκτιο, ο θεός-προστάτης του Αντωνίου, ο Διόνυσος, πήρε κυριολεκτικά τις βαλίτσες του και τον θίασό του και την έκανε με ελαφρά και μετά μουσικής. Γιατί όμως;
